Σάββατο 23 Ιουλίου 2016

ΓΡΗΓΟΡΙΟΣ ΠΑΛΑΜΑΣ ΧΑΙΡΕΤΙΣΜΟΙ







ΓΡΗΓΟΡΙΟΣ ΠΑΛΑΜΑΣ
ΧΑΙΡΕΤΙΣΜΟΙ
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα, ἀνυμνοῦμέν σε Γρηγόριε Θεολόγε, ἀλλ’ ὡς νοῦς νοΐ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν·
Χαῖρε, μύστα τῆς χάριτος.
Ἄγγελος τῶν ἀῤῥήτων ἐπὶ γῆς ἀνεφάνης, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλων (γ΄). Ταῖς τῶν Ἀσωμάτων φωναῖς, νοΐ ἐν ἀνθρωπίνῳ καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς καὶ βοᾶν σοι θεοῤῥῆμον ἔπεισας ταῦτα·
Χαῖρε, δι’ οὗ τὸ σκότος ἠλάθη·
χαῖρε, δι’ οὗ τὸ φῶς ἀντεισῆλθε.
Χαῖρε, τῆς ἀκτίστου θεότητος ἄγγελε·
χαῖρε, τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.
Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ δόξαν εἰπών·
χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν δηλῶν.
Χαῖρε, ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας·
χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.
Χαῖρε, φωστήρ, ὁ δείξας τὸν ἥλιον·
χαῖρε, κρατήρ, τοῦ νέκταρος πάροχε.
Χαῖρε, δι’ οὗ ἡ ἀλήθεια λάμπει·
χαῖρε, δι’ οὗ ἐσκοτίσθη τὸ ψεῦδος.